ΣΤΙΧΟΙ ΓΡΑΜΜΑΤΙΚΟΥ ΜΙΧΑΗΛ ΤΟΥ ΓΛΥΚΑ (1t) ΟΥΣ ΕΓΡΑΨΕ ΚΑΘ’ ΟΝ ΚΑΤΕΣΧΕΘΗ ΚΑΙΡΟΝ (2t) ΕΚ ΠΡΟΣΑΓΓΕΛΙΑΣ ΧΑΙΡΕΚΑΚΟΥ ΤΙΝΟΣ (3t) Ἤμουν παιδίν, ἐγήρασα, πολὺν διῆλθον κόσμον, (1) σοφῶν ἀρχαίων ἤκουσα, πολλὰς ἀνέγνων βίβλους, πάντων ἐν πείρᾳ γέγονα, πᾶσαν ὁδὸν ἐξεῦρον, πλάσματα πάλιν μυθικὰ καὶ λόγους γραϊδίων ἠκριβωσάμην, ὅ φασιν, ἐξ ἁπαλῶν ὀνύχων, (5) τὴν γνῶσιν σχεῖν πειρώμενος πάντων καὶ τῶν τυχόντων καὶ μὴ καταβαπτίζεσθαι βυθῷ τῆς ἀγνωσίας. Ὡς δέ τις μεγαλέμπορος θέλων πολλὰ κερδῆσαι δεινοῦ παντὸς ὑπερορᾷ, κατατολμᾷ θαλάσσης καὶ τὰ φρικτὰ καταφρονεῖ χάσματα τῶν κυμάτων (10) καὶ πορρωτάτω στέλλεται πάντως ῥιψοκινδύνως, οὕτως εἰς πλάτος ἐμαυτὸν ἀφῆκα τὸ τοῦ λόγου, κἀκεῖθεν ὅλον φορυτὸν χρυσίου καὶ μαργάρων καὶ θησαυρὸν πολύολβον ἐπλούτησα τὴν γνῶσιν, πολὺν ἐμπορευσάμενος ταύτην τὴν ἐμπορίαν. (15) Οὕτω τὰ πάντα διελθών, οὕτως ἀποπειράσας, τοῦτο πρὸ πάντων ἄπιστον εἶχον καὶ φλυαρίαν, τοῦτο ψευδὲς ἐνόμιζον, ὅλως οὐκ ἐδεχόμην, τὸ λέγουσιν οἱ χωρικοὶ καὶ ὁ λόγος ὁ δημώδης: «Ὅταν ὁ κόραξ πούποτε καθίσῃ καὶ φωνάξῃ, (20) ἐκεῖ σημαίνει θάνατον καὶ χωρισμὸν ἀθρόον». Πόθεν καὶ γὰρ τοῖς κόραξιν ἀπεκληρώθη χάρις μηνύειν σοι τὰ μέλλοντα καὶ προγινώσκειν τόσον, ὥστε προλέγειν θάνατον καὶ χωρισμὸν ἀνθρώπων; @1 Ἐδόκει γοῦν μοι γέλοιον καὶ ματαιολογία, (25) ἀλλὰ κατέλαβε καιρός, ἀλλὰ παρέστη χρόνος, ἐν οἷς ἰδὼν πεπίστευκα καὶ καρτερῶ πιστεύειν. Χρυσοῦς ἐκεῖνος ὁ εἰπών, ὄντως σοφίας πλήρης: «Ὅσον γηράσκεις μάνθανε καὶ σεαυτὸν ταπείνου!» Ἰδοὺ καὶ μαθητεύομαι καὶ κλίνω τὸν αὐχένα (30) καὶ παρ’ αὐτῆς διδάσκομαι σαφέστατα τῆς πείρας τὸ μαντικὸν τοῦ κόρακος καὶ τὰς λοιπὰς δυνάμεις, ἃς ἐπιφέρειν εἴωθε μετὰ πολλοῦ τοῦ τάχους, καθίσας ὁπουδήποτε καὶ παρ’ ἐλπίδα κράξας. Γονεῖς ἀτέκνους καθιστᾷ, τέκνα χωρὶς γονέων, (35) ἐκ τῆς ἀγκάλης τῆς μητρὸς τὸ βρέφος ἀφαρπάζει· τὸ βρέφος ἀπεστέρησε μητέρος θηλαζούσης, πολλάκις δὲ καὶ σὺν αὐτῷ τῷ βρέφει τὴν μητέρα ἐλέους ἄνευ ἀνασπᾷ καὶ κατασπᾷ πρὸς ᾍδην. Φίλους, γνωρίμους, συγγενεῖς, πάντας, μικρούς, μεγάλους, (40) χωρίζει καὶ διίστησιν ἀθρόον ἀπ’ ἀλλήλων ὁ κόραξ ὁ κακόφημος, ὁ κῆρυξ τοῦ θανάτου. Ἐγγύς που τὸ παράδειγμα καὶ ὁ μάρτυς ἀφ’ ἑστίας· ἐπὶ προδήλοις πράγμασιν οὐ χρεία τῶν μαρτύρων. Ἀφ’ ὧν ἡμεῖς ἐπάθομεν, ἐμάθομεν ἀρκούντως. (45) Πρότριτα γὰρ τοῦ κόρακος ἐπάνω μου τῆς στέγης ἐπὶ κακῷ καθίσαντος καὶ κράζειν ἀρξαμένου καὶ λέγειν ὅλως ἄναρθρα καὶ παρακεκομμένα, φοβεῖσθαι μὲν οὐκ ἤθελον, ὡς φθάσας εἶπον ἄνω· πλήν, ἀλλ’ ὁ λόγος ὁ κοινὸς καὶ ἡ φήμη τῶν ἀνθρώπων, (50) ὁκάτι ὡς ἠκροεκσύσπαζε καὶ συνετάρασσέ με. Τρόμος λοιπὸν κατέλαβε καὶ φόβος τὴν ψυχήν μου <καὶ> τὴν καρδίαν μου παλμὸς καὶ κλόνος μου τὰ μέλη. Ἐφανταζόμην, ἔπασχον, ἔτρεμον, ἐφοβούμην, ἐδειλαινόμην ἄμετρα, πολλὰ συνεστελλόμην, (55) τέρας ἰδεῖν δυσάντητον δοκῶν ἀπροσδοκήτως. @1 Τὸ «δέσποτα φιλάνθρωπε, τοῦ κόσμου σου προστάτα, τοῦτον τὸν φόβον εἰς καλὸν ποίησον ἀποβῆναι καὶ τέλος δοῦναί μοι χρηστόν», λέγων οὐκ ἐπαυόμην· καὶ ἰδὲ τὸ ποῦ κατήντησαν ἐκεῖνα τὰ σημεῖα (60) καὶ τέλος οἷον ἔφερεν ἐμοὶ τῷ ταλαιπώρῳ ὁ βοασμὸς τοῦ κόρακος τοῦ βαρυφωνοτάτου. Ἄγγελος γὰρ καταπεμφθεὶς ὑψόθεν τοῦ Κυρίου, ἀφήρπαξέ με τῶν ἐμῶν, ἐστέρησε τοῦ βίου καὶ ζῶντά με κατήντησεν εἰς ᾍδην παρ’ ἐλπίδα, (65) πάσης προφάσεως ἐκτός, ὅλως ἀνερωτήτως καὶ κολασταῖς παρέδωκε καὶ σκότει καὶ ταρτάρῳ, θέμενος πάντα παρ’ οὐδέν, πάντων καταφρονήσας, τοῦ λόγου, τῆς νεότητος, αὐτῆς τῆς ἡλικίας. Ἀλλ’ ὤ βασκάνου δαίμονος, ὤ πονηροῦ τελχῖνος, (70) ὤ μνησικάκου γείτονος, ὤ γλώσσης ψευδηγόρου, ἥτις ἐλάλησε κακῶς σήμερον ἀδικίαν, ἥτις ἀπεπωμάτισε τὸν τῆς ἐλπίδος πίθον, ἥτις ἡμῖν ἐκέρασε τοῦ πόνου τὴν τρυγίαν καὶ κυκεῶνα θλίψεων καὶ συμφορῶν κρατῆρας· (75) ἥτις εἰς γῆν κατέαξε τὰ διαβήματά μου, λόγους ψευδεῖς συνέρραψε καὶ δόλῳ μεμιγμένους. Ἄρτι κἀγὼ συντίθεμαι τοῖς γνωματευομένοις: «Συμφέρει χρόνος ὁ κακὸς καὶ κρείττων ἔνι πάντως τοῦ γείτονος τοῦ πονηροῦ καὶ τοῦ συκοφαντοῦντος».