Překládejte jednotlivá souvětí a určujte typy vedlejších vět εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. (Lk. 4.3) σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. (Lk. 4.7) ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. (Lk. 5.2) παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ. (Lk. 6.7) προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, Σίμωνα, ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς ἐγένετο προδότης. (Lk. 6.13-16) καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως. (Lk. 6.31) οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς; (Lk. 7.6) σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; (Lk. 7.20) ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ' αὐτοῦ (Lk. 7.36) ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν: ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. (Lk. 9.24) εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. (Lk. 9.46) μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. (Lk. 10.23) εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. (Lk. 10.40) ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; (Lk. 12.20) κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι. (Lk. 12.38) λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς. (Lk. 12.59) οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε. (Lk. 13.3) ἀλλ' ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς. (Lk. 14.13) καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. (Lk. 15.29) ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. (Lk. 16.30) προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται. (Lk. 18.15)