G 4 Ἀνδραγαθίαι ἄρχονται ἐντεῦθεν τοῦ Ἀκρίτου, (1) καὶ πῶς τὴν κόρην ἥρπαξε τὴν πάγκαλον ἐκείνην καὶ περὶ γάμου τοῦ αὐτοῦ λόγος τέταρτος ἔστιν. Καὶ εὐθὺς περὶ ἔρωτος ὑμᾶς ἀναμιμνῄσκω· ῥίζα γὰρ οὗτος καὶ ἀρχὴ καθέστηκεν ἀγάπης, (5) ἐξ ἧς φιλία τίκτεται, εἶτα γεννᾶται πόθος, ὃς αὐξηθεὶς κατὰ μικρὸν φέρει καρπὸν τοιοῦτον, μερίμνας μὲν διηνεκεῖς, ἐννοίας καὶ φροντίδας, εὐθὺς κινδύνους παμπληθεῖς καὶ χωρισμὸν γονέων. Νεότης γὰρ ἀκμάζουσα καρδίας ἀνασπάει, (10) εἶτα πάντα κατατολμᾷ τῶν ἀνεπιχειρήτων, θαλάττης μὲν ἐφίκεσθαι, πῦρ μηδόλως πτοεῖσθαι· δράκοντας δὲ καὶ λέοντας καὶ τὰ λοιπὰ θηρία οὐδοτιοῦν λογίζεται στερεωθεὶς ὁ πόθος καὶ τοὺς λῃστὰς τοὺς τολμηροὺς ἀντ’ οὐδενὸς ἡγεῖται, (15) νύκτας ἡμέρας προσδοκᾷ καὶ τὰς κλεισούρας κάμπους, ἀγρυπνίαν ἀνάπαυσιν καὶ τὰ μακρὰν πλησίον· πολλοὶ καὶ πίστιν τὴν αὐτῶν ἀρνοῦνται διὰ πόθον. Καὶ τοῦτο μηδεὶς ἄπιστον ἐξ ὑμῶν λογισθήτω, @1 μάρτυρα γὰρ ἐπαινετὸν εἰς μέσον παραστήσω (20) ἀμιρᾶν τὸν πανεύγενον καὶ πρῶτον τῆς Συρίας, ὃς εἶχε κάλλη πάντερπνα καὶ τόλμην θηριώδη καὶ μέγεθος πανθαύμαστον, ἰσχὺν γενναιοτάτην, καὶ μᾶλλον δεύτερος Σαμψὼν αὐτὸς ἐπενοήθη· ἐκεῖνος γὰρ ἠρίστευσε χερσὶ λέοντα σχίσας, (25) οὗτος δὲ πλῆθος ἄπειρον ἀπέκτεινε λεόντων. Παύσασθε γράφειν Ὅμηρον καὶ μύθους Ἀχιλλέως ὡσαύτως καὶ τοῦ Ἕκτορος, ἅπερ εἰσὶ ψευδέα. Ἀλέξανδρος ὁ Μακεδὼν δυνατὸς ἐν φρονήσει, Θεόν τε ἔχων συνεργὸν γέγονε κοσμοκράτωρ. (30) Αὐτὸς δὲ φρόνημα στερρὸν ἔχων Θεὸν ἐπέγνω, ἐκέκτητο καὶ μετ’ αὐτοῦ ἀνδρείαν τε καὶ τόλμην. […] Ἐξ ὧν παιδίον τίκτεται περικαλλὲς τῷ ὄντι καὶ ἐξ αὐτῆς γεννήσεως Βασίλειος ἐκλήθη· λέγεται δὲ καὶ Διγενὴς ὡς ἀπὸ τῶν γονέων, (50) ἐθνικὸς μὲν ἀπὸ πατρός, ἐκ δὲ μητρὸς Ῥωμαῖος· φοβερὸς δὲ γενόμενος, ὡς ὁ λόγος δηλώσει, Ἀκρίτης ὀνομάζεται τὰς ἄκρας ὑποτάξας. Τούτου πάππος Ἀντάκινος ἀπὸ τῶν Κινναμάδων, ὃς τέθνηκεν ἐξόριστος προστάξει βασιλέως (55) Βασιλείου τοῦ εὐτυχοῦς, ἀκρίτου τοῦ μεγάλου· πολὺς ὢν κλῆρος ἐν αὐτῷ καὶ ἀνείκαστος δόξα, μέγας μὲν ἐφημίζετο στρατηγὸς παρὰ πάντων. Μάμμη δὲ ἡ στρατήγισσα εὐγενὴς τῶν Δουκάδων· θείους εἶχε τοὺς θαυμαστούς, ἀδελφοὺς τῆς μητρός του, (60) οἳ καὶ ἐμονομάχησαν διὰ τὴν ἀδελφήν των τὸν ἀμιρᾶν τὸν θαυμαστὸν τὸν ἑαυτοῦ πατέρα. Οὗτος ἐβλάστησε φυλῆς ἐξ εὐγενῶν Ῥωμαίων καὶ γέγονε περίβλεπτος εἰς τὰς ἀνδραγαθίας. Ἤδη λοιπὸν ἀρξώμεθα τὰ αὐτοῦ καταλέγειν. (65) Οὗτος τοίνυν ὁ θαυμαστὸς Βασίλειος Ἀκρίτης παιδόθεν εἰς καθηγητὴν παρὰ πατρὸς ἐδόθη καὶ τρεῖς ὅλους ἐνιαυτοὺς μαθήμασι σχολάσας τῇ τοῦ νοὸς ὀξύτητι πλῆθος ἔσχε γραμμάτων. Ἐντεῦθεν ἱππηλάσια, καὶ κυνηγεῖν ποθήσας (70) μετὰ πατρὸς ἐσχόλαζε καθ’ ἑκάστην ἐν τούτοις. Μιᾷ τοίνυν τῶν ἡμερῶν τὸν πατέρα του λέγει: «Πόθος, αὐθέντα καὶ πατήρ, ἐσέβη εἰς τὴν ψυχήν μου τοῦ δοκιμάσαι ἐμαυτὸν εἰς θηρίων πολέμους· καὶ εἴπερ ὅλως ἀγαπᾷς Βασίλειον υἱόν σου, (75) εἰς τόπον ἂς ἐξέλθωμεν ἔνθα εἰσὶ θηρία, καὶ πάντως βλέψεις λογισμὸν ἀεί με ἐνοχλοῦντα.» Λόγους τοιούτους ὁ πατὴρ ἀκούων τοῦ φιλτάτου ἠγάλλετο τῷ πνεύματι, ἔχαιρε τῇ καρδίᾳ, μετὰ πολλῆς τῆς ἡδονῆς τοῦτον ἐκατεφίλει: (80) «Ὦ τέκνον ποθεινότατον, ὦ ψυχὴ καὶ καρδία, θαυμαστοὶ μὲν οἱ λόγοι σου, γλυκεῖα καὶ ἡ γνώμη, πλὴν οὐ παρέστηκε καιρὸς τῆς θηριομαχίας· θηρίων γὰρ ὁ πόλεμος δεινότατος ὑπάρχει, καὶ σὺ παῖς δωδεκάχρονος ἥβης ἐκτὸς ὑπάρχεις (85) ἀνάξιος παντάπασι πολεμεῖν τὰ θηρία. Μή, γλυκύτατον τέκνον μου, τοῦτο εἰς νοῦν ἐμβάλῃς, μηδὲ ῥόδα σου τὰ καλὰ πρὸ καιροῦ ἐκτρυγήσῃς· ὅταν δὲ θέλοντος Θεοῦ ἀνὴρ τέλειος φθάσῃς, τότε λοιπὸν λόγου ἐκτὸς πολεμεῖν τὰ θηρία.» (90) E Καὶ ἀφότις ἐκοιμήθηκεν τὴν ἡλιογεννημένην, ἔτεκαν παῖδα θαυμαστόν, τὸν Διγενὴν Ἀκρίτην, φωστήραν τὸν αὐγερινόν, ἥλιον τὸν φωσφόρον, (220) καὶ περιέκλαμπρον τὸ φῶς εἰς ἅπασαν τὴν κτίσιν, καὶ εἰς ἀπελάτας δυνατὸν καὶ εἰς τοὺς ἀνδρειωμένους. Ἐγεννήθη, ἐμεγάλωσεν καὶ ἐγίνην τετραέτης, ἐχέρισε καὶ ἐμάνθανε τὰς γονικάς του ἀνδρείας. [...] Καὶ τότε ὁ Ἀκρίτης <Διγενής>, ὁ θαυμαστὸς ἐκεῖνος, μόνος του ὑπεθαύμαζεν διὰ τὰς ἀνδραγαθίας του (740) καὶ ἀπὸ μικρόθεν ἤρξατο τὸν ἑαυτόν του δοξάζει. Καὶ <τότε> ὡσὰν ἐγένετο δώδεκα ἐτῶν καὶ μόνον, ἦλθεν πρὸς τὸν πατέραν του, τοιαῦτα τὸν συντυχαίνει: «Ὡς πότε θέλω κυνηγᾶν λαγούδια καὶ περδίκια; Αὐτὰ τῶν χωριατῶν εἰσίν, τοῦ κυνηγᾶν περδίκια, (745) ἄρχοντες δὲ νεώτεροι καὶ εὐγενῶν παιδία λέοντας καὶ ἄρκους κυνηγοῦν καὶ ἄλλα δεινὰ θηρία. Καὶ οὐ θέλω δοξασθῆναι ἐγὼ ὡς ἀπὸ τοῦ πατρός μου, ἀλλὰ δοξάσειν <θέλω> ἐγὼ πατέραν καὶ μητέραν· νὰ δοξασθῆς, ἀφέντα μου, ἐκ τὲς ἀνδραγαθίες μου. @1 (750) Δεῦτε ἂς καβαλικεύσωμεν καὶ ὑπᾶμεν ’ς τὸ κυνήγιν.» Καὶ αὐτὸς ἐκαβαλίκευσεν ὁ Διγενὴς Ἀκρίτης καὶ ὁ πατήρ του ὁ ἀμιρὰς καὶ ὁ θεῖος του ὁ Κωνσταντίνος, καὶ ἐβάσταζαν γεράκια ἄσπρα ἐκ τοὺς μουτάτους. Ἀλλὰ ὅνταν ἀπεσώσασιν εἰς τὰ ὄρη τὰ μεγάλα, (755) δύο ἀρκούδια ἐπήδησαν ἀπόσω ἀπὸ τὸ δάσος, ἀρσενικὸν καὶ θηλυκόν, εἶχαν καὶ δύο κουλούκια. Καὶ εὐθὺς τὸ ἰδεῖν τα ὁ Διγενής, τὸν θεῖον του οὕτως λέγει: «Τί ’ναι ἐκεῖνα, ὁ θεῖος μου, ὁποὺ ἀπηδοῦν καὶ φεύγουν;» Καὶ ὁ θεῖος του λέγει: (760) «Αὐτὰ εἶναι, <ὦ> Διγενή, τὰ λέγουσιν ἀρκούδια καὶ ὁποὺ εὑρεθῆ νὰ πιάση τα, ἔναι πολλὰ ἀνδρειωμένος.» Καὶ ὁ Διγενὴς ὡς τὸ ἤκουσεν, <πεζὸς> μὲ τὸ καλίκιν εἰς αὖτα κατεβαίνει καὶ τὸ ραβδίν του ἐσήκωσεν καὶ ἐπρόλαβεν τὰ <ἀρκούδια>. (765) Τὸ θηλυκὸν εἰς πόλεμον διὰ τὰ κουλούκια ἐστάθην, καὶ ἐκεῖνος ἦτο ἐγλήγορος καὶ ἀπάνω του ἐκατέβην· καὶ οὐκ ἐσυνέφθασεν γοργόν, ἵνα ραβδέα τοῦ δώση, ἀλλὰ ὡσὰν τοῦ ἐσίμωσεν, κλειδώνει το εἰς τὰς χεῖρας καὶ ἔσφιξεν τοὺς βραχίονας του καὶ εὐθὺς ἀπέπνιξέν το. (770) Καὶ ὡς εἶδεν τὸ ἑταίριν του, ἐστράφην ἐξοπίσω Καὶ ὡς εἶδεν τὸ ἑταίριν του, ἐστράφην ἐξοπίσω καὶ μίλιν τοῦ <ἀπεξέβηκεν> φευγόμενον ἐξ αὖτον. Καὶ ὁ <θαυμαστὸς> νεώτερος εἶχεν γοργὸν τὸ στρέμμαν, ἦτον καὶ <γὰρ> ὑπόστεγνος καὶ ἐγνώθουντα οἱ νεφροί του, καὶ εἰς τέσσαρα πηδήματα τὸν ἄρκον καταφθάνει (775) καὶ ἀπὸ τὸ κατωμάγουλον γοργὸν πιάνει, κρατεῖ τον καὶ εἰς δύο μέρη τὸν ἔσχισεν, στέκει καὶ θεωρεῖ τον. @1 Ὁ θεῖος του καὶ ὁ πατὴρ οἱ δύο ὁμάδι ὑπᾶσιν, στέκονται καὶ θαυμάζονται τὰς τάξεις τοῦ νεωτέρου· ὦμον πρὸς ὦμον ἔθηκαν καὶ πρὸς ἀλλήλους λέγουν: (780) «Κυρά μου, μήτηρ τοῦ Θεοῦ, καὶ Θεὲ πανοικτίρμων, πράγματα βλέπομεν φρικτὰ ’ς τὸν νεώτερον ἐτοῦτον· τοῦτον ὁ Θεὸς τὸν ἔστειλεν ὡς διὰ τοὺς ἀνδρειωμένους καὶ οἱ ἀπελάτες νὰ τρέμουσιν τὰ ἔτη τῆς ζωῆς τους.» Καὶ <οὕτως> συντυχαίνοντα ὁ θεῖος του καὶ ὁ πατήρ του, (785) λέοντα δεινὸν εἴδασιν ἀπέσω εἰς τὸ καλάμιν· βούβαλον ἐπεκάθετο ἀπὸ τὰ ὠτία ὡς τὸ οὐράδιν καὶ ἐβύζανεν τὸ αἷμαν του, στανέου του τὸν ἐκράτει· καὶ ὡς τὸ εἶδεν ὁ κύρης του καὶ ὁ θεῖος του ὁ Κωνσταντίνος, τὸν λέοντα τοῦ ἐδείξασιν διὰ νὰ τὸν δοκιμάσουν· (790) γυρίζουν καὶ θεωροῦσιν τον ὅτι ἔβγαινε ἀπ’ τὸ δάσος. γυρίζουν καὶ θεωροῦσιν τον ὅτι ἔβγαινε ἀπ’ τὸ δάσος. … (791,bis) «<ὡς διὰ νὰ τὸ ἔχω συνο>δείαν ’ς τὴν στράταν ὁποὺ ὑπάγω· (792) ὅτι καὶ μοναχὸς εἶμαι καὶ μόνος θέλω ὁδεύειν.»