M. Papathomopoulos, Ἐξήγησις Ἰωάννου Γραμματικοῦ τοῦ Τζέτζου εἰς τὴν Ὁμήρου Ἰλιάδα, Athens: Academy of Athens, 2007. Ἀλλὰ ταῦτα μὲν ἀποχρώντως περὶ τοῦ γένους ἐρρέθη τοῦ ποιητοῦ. Εἰ δέ τις καὶ ἔτι περί τε πατρίδος αὐτοῦ καὶ πατρὸς διαμάχοιτο, ἐκχωρῶ μὲν ἐκείνῳ καθ’ ὅσον οἱ αἱρετόν ἐστι περὶ τούτων πολυπραγμονεῖν καὶ διαμάχεσθαι, ἐγὼ δὲ τῶν ἄλλων ἁπάντων ἀφέμενος, πατρίδα φαίην ἂν εἰκότως Ὁμήρῳ τὴν ἑαυτοῦ ἀρετὴν καὶ τὴν ποίησιν, ἣν ὁ παγγήρως χρόνος τῇ λήθῃ οὐκ ἀπεμάρανε. Πατέρας δὲ αὐτοῦ τοὺς ἡμιθέους ἐκείνους καλῶ καὶ τοὺς ἥρωας· τέκνα δὲ τοὺς ἁπανταχῆ γῆς καὶ θαλάττης τῶν ἐκείνου ἐπῶν ἐπιγνώμονας. 2) οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε οὐλομένην· ὀλομένην καὶ οὐλομένην· ὀλοὸν καὶ οὐλοὸν καὶ οὖλον τὸ ὀλέθριον· ὡς τὸ μόνος μοῦνος, Ὄλυμπος Οὔλυμπος καὶ τὰ ὅμοια ἐκτάσεις εἰσὶν Ἰωνικαί. Οἱ Ἴωνες γὰρ τὸ ο εἰς ου τρέπουσιν· οἱ δὲ Δωριεῖς, τὸ ου εἰς οι καὶ εἰς ω· τὰς γὰρ Μούσας Μοίσας καὶ Μώσας λέγουσι, καὶ τοὺς κύνας τὼς κύνας· καὶ τὼς κύνας ἔλαφος ἕλκοι· οὖλον σημαίνει δ κατὰ τοὺς παλαιοὺς ἐξηγητάς· τὸ ὁλόκληρον, ὡς τό, οὖλον ἄρτον ἑλών· τὸ ὑγιές, ὡς τό, οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τε ὄλβια δοῖεν· τὸ συνεστραμμένον, ὡς ἐπὶ τῶν τριχῶν, ὡς τό, γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος· καὶ τὸ ὀλέθριον, ὡς τό, βάσκ’ ἴθι, οὖλε Ὄνειρε· καὶ τό, οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς. Οὖλον καθ’ ἡμᾶς καὶ τὸ μέρος τοῦ σώματος, ὥς φησιν Αἰσχύλος, οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. Οὖλον καὶ τὸ μαλακόν, ὡς τό, χλαινάων τ’ ἀνεμοσκεπέων οὔλων τε ταπήτων. Τὸ δὲ οὐλόμενος καὶ οὐλοόφρων ψιλωτέον, εἴτε ἀπὸ τοῦ ὄλλω τὸ ἀπόλλω τις τοῦτο ἐτυμολογοίη, εἴτε ἀπὸ τοῦ ὅλος ὁ πᾶς, καθ’ ἕνα μὲν λόγον, ὅτι οἱ Αἰολεῖς τε καὶ Ἴωνες πάντα τὰ παρ’ ἡμῖν δασυνόμενα ψιλοῦσι καὶ διὰ ψιλῶν συμφώνων ἐκφωνοῦσιν· ἔστι δὲ καὶ δημόθρους κανὼν λέγων, ὅτι τὰ ἀπὸ τοῦ <ο> εἰς ου τραπέντα ψιλοῦσι, κἂν δασυνόμενον εἶχον τὸ ο, ὡς τὸ ὅρος τὸ ὁροθέσιον, οὖρος, ὁρανὸς οὐρανὸς καὶ τὰ ὅμοια· καὶ ἄλλως· τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα. ἥ· ἥτις, Ἰωνικόν· ἅ, Δωρικόν· αἵ, Αἰολικόν· ἥτε, Ἀττικόν· ἥτις, κοινόν. μυρία· μύρια προπαροξυτόνως τὰ δεκακισχίλια νοητέον· μυρία δὲ παροξυτόνως ἁπλῶς τὰ πολλὰ καὶ τὰ θρηνητικά. Ἀχαιοῖς· πόθεν ἐκλήθησαν Ἀχαιοί; Ξοῦθος ὁ Αἰόλου καθ’ Ἡσίοδον ἀδελφός, καὶ οὐχὶ κατά τινας παῖς, ἀγόμενος εἰς γυναῖκα Κρέουσαν τὴν Ἐρεχθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς Ἴωνα καὶ Ἀχαιόν· καὶ ἀπὸ μὲν Ἴωνος οἱ Ἀθηναῖοι ἐκλήθησαν Ἴωνες· οἱ δὲ περὶ τὴν Πελασγίαν, ἤτοι τὴν Φαρσαλίαν καὶ Λάρισαν, κυριεύσαντος αὐτὴν τοῦ Ἀχαιοῦ, Ἀχαιοὶ μετεκλήθησαν, Ἕλληνες πρότερον ὠνομασμένοι ἀπὸ Ἕλληνος, τοῦ πάππου αὐτοῦ. Ὅτι δὲ (45) Ξοῦθος Αἰόλου ἀδελφὸς ἦν καὶ οὐ παῖς Ἡσίοδός φησιν· Ἕλληνες δ’ ἐγένοντο θεμιστοπόλου βασιλῆος Δῶρός τε Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης. ἄλγεα· ἀλέγω τὸ φροντίζω· ἄλεγος καὶ ἄλγος, συγκοπῇ Αἰολικῇ· αἱ γὰρ συγκοπαὶ τῶν Αἰολέων. J.F. Boissonade, Tzetzae Allegoriae Iliadis: accedunt Pselli Allegoriae quarum una inedit, Paris, 1851 (repr. 1967). ΑΛΛΗΓΟΡΙΑΙ ΙΛΙΑΔΟΣ Α Τῆς Ἄλφα ἡ ὑπόθεσις Ὁμήρου ῥαψῳδίας, (1) ἵνα πρὸς σὴν ὠφέλειαν πάλιν ἐπαναλάβω, τάδε δηλοῖ κατὰ λεπτὸν ἅπερ ἐνθάδε φράσω. Ὁ Ὅμηρος ὁ πάνσοφος τὴν γνῶσιν τὴν οἰκείαν ὡς Καλλιόπην, ὡς θεάς, ὡς Μοῦσαν παρεισάγων, (5) ἀνερωτᾷ τὸ αἴτιον ὀργῆς τῆς Ἀχιλέως, ἀφ’ οὗ πρὸς Ἀγαμέμνονα διήχθρευσεν ἐρίσας. Ἡ δὲ φησίν, ὡς πρὸς αὐτὸν δῆθε, πᾶν τὸ βιβλίον, οὕτως ἐντεῦθε τὴν ἀρχὴν τοῦ λόγου ποιουμένη. Ὁ τῆς Λητοῦς καὶ τοῦ Διὸς Ἥλιος παῖς Ἀπόλλων (10) Ὁ τῆς Λητοῦς καὶ τοῦ Διὸς Ἥλιος παῖς Ἀπόλλων (10) τῆς ἔχθρας καὶ τῆς μήνιδος αἴτιος ἐγεγόνει· ὁ Χρύσης γὰρ ἦν ἱερεὺς Ἀπόλλωνος Ἡλίου, @1 ἤγουν σοφὸς καὶ ἐπῳδός, ἀστρονομῶν καὶ μάγος, ἐκ τοῦ ἡλίου σύμπαντα ποιῶν καὶ σὺν ἡλίῳ. Οὗτος τὸ στέφος τοῦ θεοῦ τὸ δάφνινον κατέχων (15) καὶ σκῆπτρον τούτου τὸ χρυσοῦν, καὶ περισσὰ δὲ δῶρα, ἦλθεν ἐξωνησόμενος αὑτοῦ τὴν θυγατέρα. Οἷον, ἵνα σαφέστερον τὸ πᾶν σοι διαρθρώσω, ὁ Χρύσης, ὅνπερ εἴπομεν ἀστρολογοῦντα μάγον, ἐστολισμένος μαντικῶς καὶ μαγικῶς εἰσῆλθε, (20) χερσὶ κατέχων στέφανον Ἀπόλλωνος Ἡλίου, τουτέστιν εὐωδέστατον θάλλοντα κλάδον δάφνης, ἥς, περιτρέχων ἥλιος τὸν κύκλον τὸν τοῦ χρόνου, θάλλουσαν δέδορκεν ἀεί, μὴ χέουσαν τὰ φύλλα· καὶ σὺν αὐτῷ κατεῖχε δὲ καὶ τὸ χρυσοῦν τὸ σκῆπτρον, (25) τιμίαν ῥάβδον μαντικήν· χρυσῆ γὰρ οὐχ ὑπῆρχεν, ἀλλὰ ξυλίνη καὶ κυρτή, χρήσιμος δὲ μαντείαις· κατὰ τῆς γῆς γὰρ χέοντες τέφραν ἐκ τῆς ἑστίας τῇ ῥάβδῳ ταύτῃ τεχνικῶς ἔγραφον τὰς μαντείας, βλέποντες πρὸς τὸν ἥλιον καὶ λέγοντες τὸ μέλλον· (30) ταύτην τὴν ῥάβδον Πλούταρχος λίτυον ὀνομάζει, @1 λίτουος δὲ Κοκκειανὸς Κάσσιος Δίων λέγει. Οὕτως ὁ Χρύσης μαντικῶς ἐστολισμένος ἦλθε σὺν δώροις ὠνησόμενος αὑτοῦ τὴν θυγατέρα. Ὡς δ’ Ἀγαμέμνων μετ’ ὀργῆς ἐξήλασεν ἐκεῖνον, (35) ηὔξατο τῷ Ἀπόλλωνι ὁ Χρύσης καθ’ Ἑλλήνων, ἤγουν ἐπηύξατο σφοδρὸν τὸν ἥλιον γενέσθαι. F.S. Lehrs (post I. Bekker), "Joannis Tzetzae, Antehomerica, Homerica et Posthomerica," in F.S. Lehrs and F. Dübner (eds), Hesiodi Carmina [Paris: Didot, 1840]. ΤΑ ΚΑΘ ΟΜΗΡΟΝ. Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσεν Ἀχιλλεὺς ὀβριμόθυμος, (1) ὡς Βρισηΐδος εἵνεκα τοιάδε ἔργα γένοντο, δάκρυε μὲν Παλαμήδεα, τὴν δ’ ἐφέηκεν Ἀχαιοῖς, αὐτὸς δ’ αὖτ’ ἀπέπαυσε μάχης πολέμοιό τε πάμπαν. Πρὸς δέ γε λοιμὸν Ἀπόλλων, ἠέλιος μέγας, ἧκεν· (5) θνῆσκον δ’ Ἀργεῖοι, Παλαμήδεος οὐκέτ’ ἐόντος, @1 ὃς λοιμούς τε πρόφασκε καὶ ἀλθεστήρια τούτων. Τρῶες δ’ ὡς ἔμαθον λοιμόν τε χόλον τ’ Ἀχιλῆος, οὐκέτι πύργων ἔνδοθι οὐδὲ πόληος ἔμιμνον, ἀλλ’ ἄρα προφρονέως πυλέων πετάσαντες ὀχῆας (10) ἄχρι νεῶν κατέβαινον ἰδ’ Ἀργείους ἐδάϊζον. Οἱ δ’ ἄρα δαμνάμενοι λοιμῷ καὶ χείρεσι Τρώων, ἐξ ἀπάταισιν ὀνείρου πανσυδίῃ ἐχέοντο, Τρωσὶν ἐναντίβιον πολεμίζειν ἱμείροντες. Σπεισαμένοισι δ’ ἔδοξε δύο προμάχεσθαι ἁπάντων, (15) ὃς δ’ ἂν νικήσῃ, Ἑλένην φορέειν σὺν ἑταίροις· ἐκ δ’ ἔθορε Τρώων Πάρις, Ἀργείων Μενέλαος. Ὡς Πάρις ἡττήθη δέ, Τρῶες ὅρκια χεῦον· αὐτίκα γὰρ Μενέλαον Πάνδαρος ἔμβαλεν ἰῷ. Οὐδ’ ἔλαβεν κῦδος, δόξης δ’ ἀπόερξεν ἑαυτόν· (20) τὸν μὲν γὰρ Μαχάων ἰήσατο, φάρμακα πάσσων, Τρωσὶ δὲ καὶ Τροίῃ καὶ Πανδάρῳ ἔπλετο πῆμα. Τόξα γάρ οἱ ἐρύοντι κακάγγελος ἤλυθεν αἶσα, ἀστὴρ παμφανόων, σῆμα πολέμοιο, κομήτης, Ἀθηναίη Ὁμήρου, τήν ῥα Ζεὺς προΐαλλεν. (25) Ἐν δὲ θεοὶ ἀλλήλους ὥρων ἤματι κείνῳ, ὀκρυόεις Κρόνος ἠδέ τε Ἄρης ὀβριμόθυμος, οἵ ῥά τε δόξης αἰζηοὺς πολέμων ἀπόερξαν, αὐτοὺς δ’ αὖ κατέπεφνον, σφῶν δὲ πόληας πέρσαν, εἴ κεν ἐπ’ ἤματι τοίῳ ἀριστεύειν ποθέωσιν, (30) ὅτε χρονοκράτορα θάτερος θάτερον ποιήσει, ἣν ἀρχὴν ὀπάσας, ἢ οἴκοις ἀντιάσειεν ἢ θάτερος θατέρου ἠὲ Κρόνος Ἠελίοιο· Ὣς τότε εἰσορόωντες Τροίῃ κήδεα τεῦχον.